Ancient Greek
1.12
Pseudo-Galen, Definitiones Medicae 1.12
Not analysed yet
Αἵρεσίς ἐστι πλήθους δογμάτων πρόσκλησις τεχνικῶς συντεταγμένων καὶ ἐφ’ ἓν τέλος ἐχόντων τὴν ἀναφοράν. ἢ οὕτως. αἵρεσίς ἐστι σύστημα δογμάτων ἀκολουθούντων ἀλλήλοις τε καὶ τοῖς φαινομένοις ἢ νομιζομένων ἀκολουθεῖν. δύναιτο δὲ ἄν τις καὶ οὕτως εἰπεῖν. αἵρεσίς ἐστι συγκατάθεσις πλειόνων δογμάτων ἀλλήλοις καὶ τοῖς φαινομένοις ἀκολουθούντων ἢ νομιζομένων ἀκολουθεῖν. εὑρίσκεται δὲ καὶ τοιοῦτός τις ὅρος. αἵρεσίς ἐστι πρόσκλησις πλήθους δογμάτων ἀκολουθίαν ἐχόντων ἑαυτοῖς καὶ τοῖς φαινομένοις. ἢ οὕτως. αἵρεσίς ἐστι πρόσκλησις ἐπὶ πλήθει δογμάτων ἀκολουθίαν ἐχόντων πρὸς ἄλληλα ἐφ’ ἓν τέλος.