Ancient Greek
1.13 to 1.28
Pseudo-Galen, Definitiones Medicae 1.13-28
Not analysed yet
Δόγμα ἐστὶ τὸ μὲν ἰδίως, τὸ δὲ κοινῶς λεγόμενον. κοινῶς μὲν ἡ ἐνεργείᾳ πράγματος συγκατάθεσις, ἰδίως δὲ πράγματος συγκατάθεσις, διὸ δὴ μᾶλλον ἡ λογικὴ αἵρεσις δογματικὴ κέκληται. δόγμα ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή. τὸ μὲν πρότασίς ἐστι, τὸ δὲ ὑπόληψις. Ἰατρικῆς αἱρέσεις αἱ πρῶται δύο ἐμπειρικὴ καὶ λογικὴ καὶ τρίτη μεθοδική. δοκεῖ δὲ καὶ τετάρτην αἵρεσιν ἐξευρεῖν Ἀγαθῖνος ὁ Λακεδαιμόνιος, ἣν ὠνόμασεν ἐπισυνθετικὴν, ἔνιοι δὲ ἐκλεκτικήν. ἕτεροι τὴν ἑκτικήν. Ἔστιν ἡ ἐμπειρικὴ αἵρεσις τῶν πλειστάκις καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως πως ἑωραμένων. Λογικὴ αἵρεσίς ἐστιν ἐπιστήμη περὶ ἀδήλων καὶ ἔργα τὰ ἐν τῷ ἰατρεύειν ταύτῃ ἑπόμενα. Ἡ μεθοδικὴ αἵρεσις γνῶσις φαινομένων κοινοτήτων προσεχῶν καὶ ἀναγκαίων τῷ τῆς ἰατρικῆς τέλει. κοινότητας δὲ λέγει τὸ στεγνὸν καὶ τὸ ὀῤῥρῶδες καὶ τὸ ἐπιπεπλεγμένον. Ἀναλογισμός ἐστι λόγος ἀπὸ φαινομένου ὁρμώμενος καὶ ἀδήλου κατάληψιν ποιούμενος. οἷον εἰ ἱδρῶτές εἰσι, πόροι εἰσίν. οἱ μὲν γὰρ ἱδρῶτες πρᾶγμα φαινόμενόν ἐστι, τὸ δὲ πόρους εἶναι ἄδηλον ὑπάρχει. Συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν τεθέντων κατ’ ἀνάγκην συνάγεται πρότερον ἀγνοούμενον. Ἐπιλογισμός ἐστι λόγος τὸ παρεκφαινόμενον τῆς διανοίας εἰς ἐπίτασιν ἄγων. Θεώρημά ἐστι πρᾶγμα καθολικὸν ἀκολούθως τιθέμενον τῷ τῆς ἰατρικῆς τέλει. ἄλλως. θεώρημά ἐστιν ἀξίωμα καθολικὸν συμπληρωτικὸν τῆς ἰατρικῆς τέλει διηνεκὲς. ἄλλως. θεώρημά ἐστιν οὗ τὸ ἐναντίον σπανίως ἐκβατόν ἐστι. Σπάνιόν ἐστιν οὗ τὸ ἐναντίον ἐκβατόν ἐστι. Ἀμφίδοξόν ἐστιν οὗ τὸ ἐναντίον ἐπίσης ἐκβατόν ἐστι. Τέλος ἐστὶν οὗ ἕνεκα τὸ κατ’ ἰατρικὴν πράσσεται. ἢ οὕτως. τέλος ἐστὶν ἐφ’ ὃ πάντα ἀναφέρεται τῶν κατ’ ἰατρικήν. δύναται καὶ οὕτως ὁρίσασθαι. τέλος ἐστὶ κατ’ ἰατρικὴν οὗ τυχόντες οὐδενὸς ἔτι δεόμεθα. Τέλειός ἐστιν ἰατρὸς ὁ ἐν θεωρίᾳ καὶ πράξει ἀπηρτισμένος. Ἄριστος ἰατρός ἐστιν ὁ πάντα πράττων ἐν ἰατρικῇ κατὰ τὸν ὀρθὸν λόγον. Ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦν καὶ ἐπιστήμης δεκτικόν. Ζῶόν ἐστιν οὐσία ἔμψυχος, αἰσθητικὴ, καθ’ ὁρμὴν καὶ προαίρεσιν κινουμένη.