Ancient Greek
1.124 to 1.126
Pseudo-Galen, Definitiones Medicae 1.124-126
Not analysed yet
Μνήμη ἐστὶ κατοχὴ καὶ συντήρησις τῶν προκεκριμένων ἐν τῇ ψυχῇ ἢ τῶν προκεκινηκότων τὴν ψυχήν. οἱ δὲ οὕτως. μνήμη ἐστὶ κατάληψις παρεληλυθότος, οὗ τὸ παρὸν ἐξ αἰσθήσεως καταλαμβάνεται. Ἀνάμνησίς ἐστι πλείονος ἐγγενομένου μεταξὺ χρόνου πρὸς ἀλλήλους γενομένης τῆς διανοίας, ὥστε πάλιν ἀναμιμνήσκεσθαι τὰ προκεκινηκότα τῇ ψυχῇ. Ἐπίνοιά ἐστιν ἐναποκειμένη νόησις, νόησις δὲ λογικὴ φαντασία.