Ancient Greek
1.127
Pseudo-Galen, Definitiones Medicae 1.127
Not analysed yet
Ὕπνος ἐστὶν ἄνεσις ψυχῆς κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὸ ἡγεμονικόν. οἱ δὲ οὕτως. ὕπνος ἐστὶν ἡ ψυχῆς καταφορὰ κατὰ φύσιν ἀπὸ τῶν περάτων ἐπὶ τὴν ἀρχήν. ἄλλως. ὕπνος ἐστὶν ἡσυχία καὶ παῦλα τῶν ἡγεμονικῶν. τίς ποιητικὴ αἰτία τοῦ ὕπνου; ἡ ἐν ἐγκεφάλῳ χρηστὴ ὕλη. ἢ ὑπνοποιός ἐστιν ἡ χρηστὴ ὕλη ἀπὸ τοῦ στομάχου εἰς τὸν ἐγκέφαλον ἀναφερομένη καὶ ἡ μᾶλλον ὑγροτέρα καὶ μετρίως θερμοτέρα ἐστί.