Ancient Greek
1.132
Pseudo-Galen, Definitiones Medicae 1.132
Not analysed yet
Τῶν ἐν ἡμῖν μερῶν τὰ μὲν πρὸς τὸ ζῇν ἡμᾶς ἀπὸ τῆς φύσεως, τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὑπὸ τῆς φύσεως γέγονε. τὰ μὲν οὖν πρὸς τὸ ζῇν γεγονότα τὰ κύρια τυγχάνει οἷον ἐγκέφαλος καὶ καρδία καὶ πνεύμων καὶ ἧπαρ καὶ γαστήρ· ὧν παθόντων τι ἐξ ἀνάγκης ἤτοι παραυτίκα ἢ ὕστερον τὸ ζῶον τελευτᾷ. τὰ δὲ πρὸς τὸ εὖ ζῇν ὀφθαλμοὶ, πόδες, χεῖρες καὶ τὰ ἄλλα μόρια. τούτων γὰρ παθόντων ζῇ μὲν τὸ ζῶον, ζῇ δὲ οὐ καλῶς.