Ancient Greek
1.133
Pseudo-Galen, Definitiones Medicae 1.133
Not analysed yet
Νόσος ἐστὶ δυσκρασία τῶν πρώτων κατὰ φύσιν ἢ δυσκρασία τῶν ἐν ἡμῖν χυμῶν. ἢ τῶν φυσικῶν δυνάμεων παραποδισμός. ἢ ἐκτροπὴ τοῦ σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν. ἢ νόσος ἐστὶ δυσκρασία τῶν πρώτων καθ’ ἣν ἐπικρατεῖ τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἢ τὸ θερμὸν ἢ τὸ ὑγρόν. αἱ νοσωδέσταται κατασκευαὶ τῶν σωμάτων ἐξ ἐναντίων τῇ κράσει σύγκεινται μορίων, ὥσπερ αἱ ἄρισται κατασκευαὶ τῶν σωμάτων συνεστήκασιν ἐκ συμμέτρων μὲν τῶν ὀργανικῶν, ἐξ εὐκρασίας δὲ τῶν ὁμοιομερῶν.