Ancient Greek
1.134
Pseudo-Galen, Definitiones Medicae 1.134
Not analysed yet
Πάθος ἐστὶ παραποδισμὸς τῆς κατὰ φύσιν ἐνεργείας νοσώδης ἤ τινος ἤ τινων ἢ μιᾶς ἢ πάντων τῶν τῆς φύσεως ἐνεργημάτων. τινὲς δὲ οὕτως ὡς Ἡροφίλιοι. πάθος ἐστὶ τὸ μὴ διαπαντὸς ἐν τῷ αὐτῷ χρόνῳ λυόμενον καὶ ἐλάττονι δέ ποτε καὶ ἐν πλείονι.