Ancient Greek
1.154 to 1.162
Pseudo-Galen, Definitiones Medicae 1.154-162
Not analysed yet
Αἴτιόν ἐστιν ὃ ποιοῦν τι ἐν τῷ σώματι καὶ αὐτὸ ἀσώματόν ἐστι. ἢ αἴτιόν ἐστιν, ὡς οἱ φιλόσοφοι λέγουσι, τό τινος ποιητικὸν ἢ δι’ ὅ τι γίνεται. τριπλοῦν δὲ αἴτιον· ἔστι δὲ τὸ μὲν προκαταρκτικὸν, τὸ δὲ προηγούμενον, τὸ δὲ συνεκτικόν. Προκαταρκτικὸν μὲν οὖν ἐστιν ὃ ποιῆσαν τὸ ἀποτέλεσμα κεχώρισται ὡς ὁ δακὼν κύων καὶ ὁ πλήξας σκόρπιος καὶ ἡ ἀπὸ τοῦ ἡλίου ἔγκαυσις ἡ τὸν πυρετὸν ἐργαζομένη. Ἀθήναιος δὲ ὁ Ἀτταλεὺς οὕτω φησίν. αἴτιόν ἐστι τὸ ποιοῦν. τοῦτο δέ ἐστι τὸ προκαταρκτικόν. ἄλλως. τὰ προκαταρκτικὰ αἴτιά ἐστιν ὅσα προκατάρχει τῆς ὅλης συντελείας τοῦ ἀποτελέσματος καὶ ὧν οὐδὲν προηγεῖται. Προηγούμενον αἴτιόν ἐστι τὸ ὑπὸ τοῦ προκαταρκτικοῦ ἤτοι κατασκευαζόμενον ἢ συνεργούμενον καὶ προηγούμενον τοῦ συνεκτικοῦ. οἱ δὲ οὕτως. προηγούμενον αἴτιόν ἐστιν οὗ παρόντος πάρεστι τὸ ἀποτέλεσμα καὶ αὐξομένου αὔξεται καὶ μειουμένου μειοῦται καὶ αἱρουμένου αἱρεῖται. Συνεκτικὸν αἴτιόν ἐστιν ὃ παρὸν μὲν παροῦσαν φυλάττει τὴν νόσον, ἀναιρούμενον δὲ ἀναιρεῖ, ὡς ὁ ἐν τῇ κύστει λίθος, ὡς ὑδάτις, ὡς πτερύγιον, ὡς ἐγκανθὶς, ὡς ἄλλα τοιαῦτα συνεκτικὰ καλούμενα αἴτια, ἅπερ οἱ γενναιότατοι τῶν ἰατρῶν οὐκ ἐν αἰτίων μόνον λόγῳ, ἀλλὰ καὶ ἐκ παθημάτων τιθέντων ταῦτα. Αὐτοτελὲς αἴτιόν ἐστι τὸ αὐτὸ καθ’ αὑτὸ ποιοῦν τέλος. Συναίτιόν ἐστιν ὃ σὺν ἑτέρῳ δύναμιν ἴσην ἔχον ποιοῦν τὸ ἀποτέλεσμα, αὐτὸ δὲ κατ’ ἰδίαν μόνον οὐ δυνάμενον ποιῆσαι. Συνεργόν ἐστιν αἴτιον ὃ ποιοῦν ἀποτέλεσμα, δυσχερῶς δὲ, συλλαμβάνον πρὸς τὸ ῥᾷον αὐτὸ γενέσθαι, κατ’ ἰδίαν τι ποιεῖν οὐ δυνάμενον. Πρόδηλά ἐστιν αἴτια ὅσα ἐξ ἑαυτῶν καταλαμβάνεται δι’ αἰσθήσεως ποιοῦντά τε καὶ ἐνεργοῦντα. οἱ δὲ οὕτως. πρόδηλά ἐστιν αἴτια ἃ καὶ αὐτὰ φαίνεται καὶ ἀποφαίνει τὸ ἀποτέλεσμα συμφώνως αὐτοῖς γινόμενον. Οὐ πρόδηλα αἴτιά ἐστιν ὅσα οὐκ ἐξ ἑαυτῶν, διὰ δὲ σημείων καταλαμβάνεται· καθάπερ δὲ ἄδηλα ὅσα οὔτε ἐξ ἑαυτῶν οὔτε ἐξ ἄλλων καταλαμβάνεται.