Ancient Greek
1.163 to 1.178
Pseudo-Galen, Definitiones Medicae 1.163-178
Not analysed yet
Πρὸς καιρὸν ἄδηλά ἐστιν ὅσα ἀποκαλυφθέντα μὴ μέντοι ἐξ ἑαυτῶν φαίνεται, παρακείμενα δὲ τοῖς σώμασι διὰ σημείων γνωρίζεται. ἢ οὕτως. πρὸς καιρὸν ἄδηλά ἐστι τὰ μέχρι μὲν τινος ἀπόντα, αὖθις δὲ ὑπὸ τὴν αἴσθησιν ἐλθεῖν δυνάμενα. Σημείωσίς ἐστιν εἶδος σημείου ἢ διὰ σημείου ἢ διὰ σημείων κατάληψις. ἢ σημείωσις σημεῖόν ἐστι τό τινος ἀδήλου δηλωτικόν. Σημεῖόν ἐστι τοῦ μέλλοντος συμβήσεσθαι διάγνωσις. τινὲς δὲ οὕτως. σημεῖον ἔστιν οὗ γνωσθέντος ἕτερόν τι ἐξ αὐτοῦ καταλαμβάνεται. ἢ πρότερον ἀγνοούμενον ἡμῖν γινώσκεται καταλαμβανόμενον. Παθογνωμονικόν ἐστιν τῶν τε ἐντὸς καὶ τῶν ἐκτὸς σημείωσις. ἢ παθογνωμονικόν ἐστιν ἐξ οὗ γινώσκεται τὸ πάθος. ἢ παθογνωμονικόν ἐστι τὸ τῆς τοῦ πάθους ἰδέας δηλωτικόν. Πρόγνωσίς ἐστιν ἐπιστήμη τῶν ἀποβήσεσθαι μέλλοντων. ἢ πρόγνωσίς ἐστι τὸ προεπίστασθαι τὰ μέλλοντα συμβήσεσθαι τῷ σώματι. προγνωστικὸν σημεῖόν ἐστιν ἐξ οὗ γινώσκεσθαι τὸ μέλλον. Πρόῤῥησίς ἐστι πρόγνωσις καὶ προαγόρευσις τοῦ μέλλοντος. Συνδρομή ἐστι σύνοδος τῶν συμπτωμάτων. ἢ τὸ τῶν συμπτωμάτων ἄθροισμα. ἢ τὸ τῶν συμπτωμάτων ἄθροισμα φαινομένων ἐναργῶς ἅπασιν. Σύμπτωμα ἐστι τοῦ πάθους ἐπιγέννημα. Βοηθηματικὰ σημεῖά ἐστιν ἐξ ὧν ὑπομιμνησκόμεθα τῆς ἐπ’ αὐτοῖς τετηρημένης θεραπείας. Βοήθημά ἐστι τὸ ἐπ’ ὠφελείᾳ προσαγόμενον ἀνθρώποις, σύνθετον ἐκ ποιότητος, ποσότητος, τάξεως, καιροῦ. Θεραπεία ἐστὶν ἡ τῶν νοσημάτων ἀναίρεσις ἤδη γεγενημένη, οὐ γινομένη ἔτι. ἢ θεραπεία ἐστὶ τάξις βοηθημάτων ἀκολουθίαν ἐχόντων. ἢ καιρὸς καὶ χρόνος καὶ τάξις κατορθώματος. ἢ ἐπιτηδειότης χρόνου ἐν ᾗ βοηθοῦμεν τοῖς κάμνουσιν. Καιρός ἐστι χρήσεως χρόνος ὀξὺς τῆς τῶν πρακτέων εὐχρηστίας. Ἐνδεικτικὸν σημεῖόν ἐστι τὸ ἀρχικῶς εἰς κατάληψιν ἀδήλου τινὸς ἀκολουθοῦντος καθ’ ἑαυτὸ ἄγον. Ὑπομνηστικὸν σημεῖόν ἐστιν, ὡς οἱ ἐμπειρικοὶ λέγουσι, πρᾶγμα φαινόμενον καὶ γινωσκόμενον ἐκ προπαρατηρήσεως, χρησιμεῦον εἰς ὑπόμνησιν γινωσκομένου πράγματος. Παρόντων τῶν σημείων πάντων παρόντα σημεῖα ἔστι πάντα τὰ παθογνωμονικά. τούτων γὰρ γιγνομένων καὶ παρόντων μένει καὶ τὰ πάθη. παυομένων δὲ λύεται καὶ τὰ νοσήματα. Παρόντα τῶν προγεγονότων σημεῖα παρ’ ὧν προγεγονός ἐστιν ὡς ἡ οὐλὴ τοῦ προγεγενημένου ἕλκους.