Ancient Greek
1.179 to 1.184
Pseudo-Galen, Definitiones Medicae 1.179-184
Not analysed yet
Παρόντα δὲ τῶν μελλόντων σημεῖά ἐστι παρ’ ὧν καὶ μέλλον. ὡς τὸ νεκρῶδες πρόσωπον τοῦ θανάτου. Προγεγονότα τῶν προγεγονότων σημεῖα ὡς ἡ κατὰ τὴν παρακμὴν ἄνεσις τοῦ παρηκμακέναι. Προγεγονότα παρόντων ὡς τὸ δεδῆχθαι ὑπὸ ἀσπίδος τοῦ ἐν ὀλεθρίοις εἶναι τοῦτο. οἱ δὲ οὕτως. προγεγονότα παρόντων σημεῖά ἐστιν ὡς τὸ τιτρώσκεσθαι τὸ λεπτὸν ἔντερὸν τοῦ ὲν ὀλεθρίοις εἶναι τοῦτο. Προγεγονότα δὲ τῶν ἐσομένων σημεῖά ἐστιν ὡς τοῦ συντριβέντος ὀστοῦ πώρωσιν ἐπιδεχομένου. πωρωθῆναι γὰρ δεῖ τοῦτο κατὰ τὴν ἀποκατάστασιν. οἱ δὲ οὕτως. προγεγονότα δ’ ἐσομένων ὡς τοῦ ἀναιρεθέντος ἐκ τῆς κεφαλῆς ὀστοῦ τὴν οὐλὴν ἔσεσθαι κοίλην. Ἐπιγεγονότα δὲ παρόντων σημεῖα ὡς ἐπὶ τραύματι κινδυνεύειν τὸν τρωθέντα ἐπὶ γερόντων. Ἐπιγεγονότα δὲ τῶν ἐπιγεγονότων ὡς ὁ ἐπὶ τραύματι σπασμὸς, οὐκ ἔτι γὰρ ὁ τρωθεὶς ζῇ ὁ σπασθείς.