Ancient Greek
1.221 to 1.224
Pseudo-Galen, Definitiones Medicae 1.221-224
Not analysed yet
Εὔρυθμός ἐστι σφυγμὸς ὁ σώζων ῥυθμὸν τὸν ἴδιον τῇ ἡλικίᾳ καὶ φύσει καὶ κράσει καὶ τῇ ἑκάστῃ ὥρᾳ καὶ ταῖς ἄλλαις περιστάσεσι. Ἀῤῥυθμός ἐστιν ὁ τὸν ῥυθμὸν οὐδένα τῷ ἑκάστῳ ἴδιον σώζων. Κακόρυθμος σφυγμός ἐστιν ὁ κακῶς τὸν ῥυθμὸν σώζων εὐρύθμῳ ἐναντίος. Παράρυθμόν φαμεν τὸν ποσῶς προσεγγίζοντα τῇ ἡλικίᾳ ἐφ’ ἧς θεωρεῖται ῥυθμὸν μὲν ἔχοντα, μὴ παντάπασι δὲ ὄντα κατ’ ἐκεῖνον. ἑτερόρυθμον λέγομεν τὸν ἑτέρας ἡλικίας ῥυθμὸν ἔχοντα. ἔκρυθμος σφυγμός ἐστιν ὁ μηδεμιᾶς ἡλικίας ἤ τινος ἄλλης περιστάσεως παντάπασι ῥυθμὸν ἐκβεβηκώς. Τρομώδης ἐστὶ σφυγμὸς ὁ μὴ ὁμαλὴν μηδὲ ἀσάλευτον τὴν πληγὴν ἀναφέρων, ἀλλ’ οἷον κινούμενός τις. Ἐσκολιωμένος ἐστὶν ὁ μὴ ἐπ’ εὐθείας τεταγμένης τῆς ἀρτηρίας ἐπιτελούμενος παρὰ τὴν θέσιν.