Ancient Greek
1.225
Pseudo-Galen, Definitiones Medicae 1.225
Not analysed yet
Μύουρός ἐστιν ὁ παρὰ τὴν θέσιν ὅταν τὰ μὲν ἐπ’ ἄνω μέρη τῆς ἀρτηρίας συνάγηται, τὰ δὲ κάτω τοὐναντίον. ἐνταῦθα μὲν ἐπὶ πλέον ἀνευρύνεται, ἐν δὲ τοῖς ἐπ’ ἄνω μέρεσι συναιρεῖται. οἱ δὲ πλείους μυουρίζοντα καλοῦσιν, ὅταν ἀπὸ μείζονος τῆς προσαγούσης πληγῆς αἱ ἑξῆς καθ’ ὑφαίρεσιν ἀεὶ καὶ μᾶλλον μικρότεραι συντελοῦνται. ὀνομάζονται δὲ καὶ μύουροι οὕτως, ὅταν ἀπὸ τοῦ πυκνοῦ σφυγμοῦ ἀραιότεροι σφυγμοὶ ἀποτελοῦνται. καλεῖται δὲ μύουρος καὶ ὅταν ἀπὸ τοῦ παχέος βραδύτερος ὁ σφυγμὸς μέγα γίνεται.