Ancient Greek
1.226 to 1.234
Pseudo-Galen, Definitiones Medicae 1.226-234
Not analysed yet
Δίκροτός ἐστι σφυγμὸς, ὅταν ἡ δοκοῦσα ἀποχώρησις τῆς ἀρτηρίας μὴ τελεία γίγνεται. ἀλλὰ μελλησμὸς καὶ ἐπὶ ποσὸν ὑπαγωγῆς ἢ τοῦ ἀνακοπέντος πνεύματος, εἶτα ἀπόθεσις τελεία τῆς ὀφειλομένης συστολῆς. Ἀραχνοειδής ἐστι σφυγμὸς ὁ μικρὸς μὴ ἑδρασμένος, ἀλλὰ τρόπον ἀράχνης ὑπὸ βραχείας αὔρας σαλευομένης κινούμενος. Διαλείπων σφυγμός ἐστιν, ὅταν τῶν συστολῶν καὶ τῶν διαστολῶν ἐπιτελουμένων ἑνὸς σφυγμοῦ χρόνου ἡ ἀρτηρία διαλείπει. οἱ δὲ οὕτως. διαλείπων ἐστὶ σφυγμὸς ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον ἀλλ’ ἐπὶ τρεῖς ἢ καὶ ἐπὶ πλείους πληγὰς ἡ ἀρτηρία ἐλλείπει διαστολὴν μίαν ἢ καὶ δύο ἢ καὶ πλείους. Παρεμπίπτων σφυγμός ἐστιν ὅταν μεταξὺ δυοῖν πληγῶν κατὰ τὴν ἰδίαν τάξιν κινουμένων ἐκ τούτου τις μέση παρεμπίπτῃ πληγή. Ἐκλείπων σφυγμὸς λέγεται ἐφ’ οὗ οὐκ ἐπὶ δύο μόνον, ἀλλ’ ἐπὶ τρεῖς καὶ ἐπὶ πλείους πληγὰς ἀκίνητος ἡ ἀρτηρία διαμένει. οἱ δὲ οὕτως. ἐκλείπων ἐστὶν ὁ ἀπὸ. μεγέθους ἀρχόμενος καὶ σφοδρότητος ἀεὶ καὶ μᾶλλον ὑφιῶν, καὶ μέχρι μὲν ἔχει τι μέγεθος καλεῖται μυουρίζων ὁ τοιοῦτος, ὅταν δὲ ὑφιῇ καὶ μικρότερος, ὡς ἐπὶ τὸ μικρότερον ῥέπῃ, ἐκλείπων καλεῖται. Δορκαδίζων ἐστὶ σφυγμὸς ὅταν ἡ ἀρτηρία δόξασα διεστάλθαι μὴ παντελῶς διεσταλμένη ἐφ’ ἑτέραν ἐπεπήδησεν ἀθροώτερον, πρὶν ἔμφασιν συστολῆς παρέχειν, βιαιοτέρα δὲ ἡ δευτέρα γένηται πληγή. Παλινδρομῶν σφυγμός ἐστιν ὀ ἐπὶ ποσὸν ἐκβαίνων τὸ μέγεθος ἢ τὴν σφοδρότητα. καὶ ἐπὶ τῶν ἄλλων ἔπειτα εἰς τοσοῦτο πάλιν ἀποκαθιστάμενος. Μυρμηκίζων σφυγμός ἐστιν ὁ μικρὸς, κενὸς, πυκνὸς, ἀμυδρὸς, πάντων ἐπὶ τὸ ἔσχατον κατηγμένος. ἢ οὕτως. μυρμηκίζων. ἐστὶν ἐφ’ οὗ γίνεται ἡ φαντασία περὶ τοὺς ἐπερειδομένους τῇ ἀρτηρίᾳ δακτύλους οἱονεὶ μύρμηκος περιπατοῦντος, ὥστε καὶ μικρὸν εἶναι αὐτὸν καὶ ἀμυδρόν. Φρενῖτις: ἐστὶ παρακοπὴ διανοίας μετὰ ὀξέος πυρετοῦ καὶ κροκυδισμοῦ καὶ διανοίας ἔκστασις καὶ τῶν κατὰ φύσιν αὐτῆς ἐμποδισμὸς καὶ λήθη τοῦ φρονεῖν. ἢ παρακοπὴ φρενῶν σύντονος μετὰ τρόμου καὶ φωνῆς ἀσαφείας καὶ ψηλαφήσεως γενομένης τοὐπίπαν ὑπὸ κακοήθους πυρετοῦ.