Ancient Greek
1.241
Pseudo-Galen, Definitiones Medicae 1.241
Not analysed yet
Κάτοχός ἐστιν ἀναισθησία τῆς ψυχῆς μετὰ πήξεως τοῦ παντὸς σώματος. εἴδη δὲ κατόχου τρία. ὁ μὲν γὰρ ὑπνώδης ὃς παράκειται τῷ ληθάργῳ, ὁ δὲ ἕτερος ἐγρηγορὼς ᾧ παράκειται τέτανος καὶ ἡ ἐφ’ ὑστέρᾳ καλουμένη πνίξ. τρίτον εἶδος κατόχου ὃν οὐκ ἄν τις ἀσυνέτως κάτοχον ὀνομάζοι φρενιτικόν. γίνεται δὲ ἐκ μίγματος δύο ἀῤῥωστημάτων κατόχου τε καὶ φρενίτιδος ὥσπερ καὶ ἡ τυφωμανία.