Ancient Greek
1.242 to 1.244
Pseudo-Galen, Definitiones Medicae 1.242-244
Not analysed yet
Παράλυσίς ἐστι πάθος βλάπτον τὴν προαιρετικὴν κίνησιν περὶ μέρεσιν ἢ μέρει τινὶ γινόμενον. ἀποτελεῖται δὲ παθόντων τῶν νεύρων καὶ τῶν μυῶν. Τυφωμανία ἐστὶ λήθαργος παρακοπτικὸς ἢ παρακοπὴ ληθαργική. ἢ οὕτως. τυφωμανία ἐστὶ μικτὸν ἐκ φρενίτιδος καὶ ληθάργου πάθημα. Ἀποπληξία ἐστὶ κατοχὴ διανοίας μετ’ ἀναισθησίας καὶ παρέσεως τοῦ σώματος. ἔτι. ἀποπληξία ἐστὶν ἀπώλεια πάντων τῶν νεύρων αἰσθήσεώς τε καὶ κινήσεως. ἢ ἀποπληξία ἐστὶν ἀναισθησία τοῦ παντὸς σώματος μετὰ βλάβης τῶν ἡγεμονικῶν ἐργαλείων. γίνεται δὲ ἀπὸ χυμοῦ ψυχροῦ ἀθρόως πληροῦντος τὰς κυριωτάτας κοιλίας τοῦ ἐγκεφάλου. κυριώταται δὲ κοιλίαι εἰσὶν ἡ ὄπισθέν τε καὶ ἡ μέση.