Ancient Greek
1.302 to 1.321
Pseudo-Galen, Definitiones Medicae 1.302-321
Not analysed yet
Ἐρυσίπελας ἐν μήτρᾳ ἐστὶν ἐπειδὰν ὀδυνωμένη ἡ ὑστέρα ὁμοιὰ ᾖ τοῖς ἀπὸ πυρὸς καιομένοις δυσυποίσιοις καὶ ἡ πύρωσις ἐπ’ ἐνίων μεταβαίνουσα ἄλλοτε ἐπ’ ἄλλους τόπους τῆς ὑστέρας. Σκλήρωμα ἐν μήτρᾳ ἐστὶν ὄγκος ὑπόσκληρος περί τι μέρος τῆς μήτρας γιγνόμενος, τὰ πολλὰ ἐπὶ φλεγμοναῖς μεινάσαις ἐπιτελούμενος. Σκίῤῥος ἐν μήτρᾳ ἐστὶ διάθεσις περί τι μέρος αὐτῆς ὥστε εἶναι σκληρίαν ἀντίτυπον, ὀχθώδη, ἀνώμαλον, ἄπονον τὰ πολλά. Καρκίνωμα ἐν μήτρᾳ ἐστὶν ἄνευ ἑλκώσεως ὄγκος ἀνώμαλος, ὀχθώδης. Πάθη τριχῶν ἐστιν ἐννέα, ῥοπάλωσις, διχοφυΐα, θραῦσις, ἀτροφία, ξηρασία, πολίωσις, ῥύσις, ἀλωπεκία, ὀφίασις. Ῥοπάλωσίς ἐστιν ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν ἀμερὴς σχέσις μετὰ τοῦ μηκέτι συναύξεσθαι. Διχοφυΐα ἐστὶν διαμερὴς ἡ κατὰ τὸ ἄκρον τῶν τριχῶν σχέσις, μετὰ τοῦ μήκετι συναυξάνεσθαι. Θραῦσίς ἐστιν ἀνωμαλος τριχῶν ἀπόπτωσις παραπλησία τοῖς ἀπὸ ψαλίδος κεκαρμένοις. Ἀτροφία τριχῶν ἐστιν ὑπερβάλλουσα ἰσχνότης μετὰ τοῦ μηκέτι συναύξεσθαι. Ξηρασία ἐστὶ χνοώδης τριχῶν ἐπιφάνεια παραπλησία τοῖς ὑπὸ κονιορτοῦ μολυνομένοις. Πολίωσίς ἐστι μεταβολὴ τριχῶν ἐπὶ τὸ λευκὸν πρὸ τῆς καθηκούσης ἡλικίας. Ῥύσις τριχῶν ἐστιν ἀπόπτωσις ἀκολουθοῦσα ὡς ἐπίπαν μὲν τοῖς φθίνουσι καὶ τοῖς ἀνακομιζομένοις δὲ ἐκ νόσου μακρᾶς. Ἀλωπεκία ἐστὶ μεταβολὴ τοῦ χρώματος ἐπὶ τὸ λευκότερον, δι’ ἣν χρονίζουσαν αἱ τρίχες ῥιζόθεν ἀποπίπτουσι. Ὀφίασίς ἐστι μεταβολὴ τοῦ χρώματος ὁμοία τῇ προειρημένῃ ἐπὶ τὸ μᾶλλον πυκνότερον μετὰ τοῦ σκολιοῦσθαι τὴν ψίλωσιν. Διαφοραὶ τῶν ἐν κεφαλῇ καταγμάτων ὀκτώ εἰσι. ῥωγμὴ, ἐκκοπὴ, ἐγγίσωμα, ἐκπίεσμα, καμάρωσις, ἀποσκεπαρνισμὸς, ἄπαγμα, θλάσμα, ἀπήχημα. ἔνιοι δὲ τὸ μὲν θλάσμα εἶναι οὐ θέλουσι, τὸ δὲ ἀπήχημα τῇ ῥωγμῇ ὑπάγουσι. Ῥωγμή ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος εὐθεῖα καὶ ἤτοι στενὴ ἢ πλατεῖα. Ἐκκοπή ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ ἄλλασθον εἶναι τὸ πεπονθὸς ὀστοῦν. Ἐγγίσωμά ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ τὸ διακείμενον εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ ἀπεληλυθῆναι τῷ ἀπαθεῖ ὀστῷ. Ἐκπίεσμά ἐστιν ὀστοῦ πολυμερὴς διακοπὴ μετὰ τοῦ τάσιν δρᾷν τῶν ὀστῶν εἰς τὸ βάθος ὑποκεχωρηκέναι καὶ θλίβειν τὴν μήνιγγα. Ἀποσκεπαρνισμός ἐστιν ὀστοῦ ἀποκοπὴ μετὰ τοῦ ἀποκεκομμένου ὀστοῦ τεθραῦσθαι.