Ancient Greek
1.322 to 1.340
Pseudo-Galen, Definitiones Medicae 1.322-340
Not analysed yet
Καμάρωσίς ἐστιν ὀστοῦ διακοπὴ μετὰ τοῦ σίναρον ὀστοῦν ἀνακεκλάσθαι ἐξ ἀμφοτέρων καὶ παραπλησίως καμάραις ἐσχηματίσθαι. Ἄπαγμά ἐστιν ὀστοῦ διακοπὴ ἐπιπόλαιος ἢ καὶ βαθεῖα κατ’ ἀντικείμενα μέρη τοῦ τραύματος. Θλάσμα ἐστὶν ὑποχώρησις τοῦ ὀστοῦ τοῦ κρανίου εἰς τὸ βάθος δίχα κατάγματος. γίνεται δὲ ἐπὶ τῆς παιδικῆς μάλιστα ἡλικίας· νοήσεις δὲ σαφέστερον τὸ εἰρημένον ἐπὶ τῶν κασσιτερίνων σκευῶν τοῦτο συμβαῖνον θεασάμενος. Τριπλᾶ περὶ τοὺς ὀφθαλμοὺς γίνεται πάθη, φλεγμοναὶ, ῥεύματα, ἑλκώσεις. Ἑλκώσεων τῶν περὶ τοὺς ὀφθαλμοὺς διαφοραί εἰσιν ἄργεμον, νεφέλιον, ἐπίκαυμα, βόθριον, φλυκτὶς, λεύκωμα, ἄνθραξ, μυοκέφαλον, πύωσις, ὄνυξ, σταφύλωμα, ταῦτα μετὰ πληγῆς. τὰ δὲ ἄνευ πληγῆς ἑλκώσεως πάθη μυδρίασις, φθίσις, ἀτροφία, νυκτάλωψ, ὑπόχυσις, γλαύκωμα, παράλυσις, μυωπίασις, στραβισμὸς, πτερύγιον, ἐγκανθὶς, πρόπτωσις, χήμωσις, σύγχυσις. Φλεγμονὴ μὲν οὖν ἐστιν οἴδημα περὶ τοὺς ὀφθαλμοὺς μετ’ ἐρευθήματος καὶ πολλῆς θερμασίας καὶ δυσκινησίας καὶ νυγμῶν γινόμενον. Ῥεῦμά ἐστι λεπτῶν ὑγρῶν φορὰ ἀκατάσχετος καὶ ἀπροαίρετος. Ἕλκωσίς ἐστι ῥῆξις περὶ τὸν κερατοειδῆ ἤτοι ἐκ πληγῆς ἢ γενναίας φλεγμονῆς γινομένη. Ἄργεμόν ἐστιν ἕλκωσις κατὰ μὲν τὸ μέλαν λευκὴ φαινομένη, κατὰ δὲ τὸ λευκὸν ὑπέρυθρος. Νεφέλιόν ἐστιν ἀχλὺς ἢ ἕλκωσις ἐπιπόλαιος ἐπὶ τοῦ μέλανος. ἢ νεφέλιόν ἐστιν ἕλκος ἐπιπόλαιον καὶ μικρῷ μεῖζον ἀργέμου καὶ λευκόν. Ἐπίκαυμά ἐστιν ἕλκωσις ἐσχαρώδης κατὰ τὸ μέλαν ἐπιγενομένη καὶ μὴ μένουσα. Βόθριόν ἐστι κοῖλον ἕλκος ἢ καθαρὸν ἐπὶ τοῦ μέλανος. Φλυκτίς ἐστιν ἀπόστασις κατὰ τὸ μέλαν περιέχουσα ὑγρασίαν μετὰ φλεγμονῆς καὶ ῥεύματος. Λεύκωμά ἐστιν ἀφ’ ἑλκώσεως οὐλὴ παχεῖα καὶ βαθεῖα. Μυοκέφαλόν ἐστιν ἀφ’ ἑλκώσεως μικροτάτη ἐπέκτασις τοῦ ῥαγοειδοῦς κατὰ τὸ μέλαν παραπλησία μυίας κεφαλῇ. Ἄνθραξ ἐστὶν ἐσχαρώδης ἕλκωσις μετὰ νομῆς καὶ ῥεύματος, ἐνίοτε δὲ καὶ βουβώνων καὶ πυρετοῦ. Πύωσις ἢ ὄνυξ ἐστὶ συλλογὴ πύου κατὰ τὸ μέλαν μετὰ φλεγμονῆς πρὸς τῇ ἴριδι, παραπλησία ὄνυχι. Σύγχυσίς ἐστι ποτὲ μὲν ἐκ πληγῆς, ποτὲ δὲ ἐξ αὐτομάτου ῥῆξις τῶν ἐν βάθει χιτώνων μετὰ προχύσεως τῶν ὑγρῶν καὶ ἀλλοιώσεως τῆς κόρης. Μυδρίασίς ἐστιν ἀμαύρωσις τοῦ ὁρατικοῦ ταραχθέντων τῶν ὑγρῶν.