Ancient Greek
1.31
Pseudo-Galen, Definitiones Medicae 1.31
Not analysed yet
Στοιχεῖόν ἐστιν ἐξ οὗ πρώτου καὶ ἁπλουστάτου τὰ πάντα γέγονε καὶ εἰς ὃ ἁπλούστατον τὰ πάντα ἀναλυθήσεται ὂν ἔσχατον. καὶ Ἀθηναῖος ὁ Ἀτταλεὺς ἐν τῷ τρίτῳ βιβλίῳ φησὶν οὕτως. στοιχεῖα τῆς ἰατρικῆς ἐστι καθάπερ τινὲς τῶν ἀρχαίων ὑπέλαβον, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν, ἐξ ὧν πρώτων φαινομένων καὶ ἁπλουστάτων καὶ ἐλαχίστων ὁ ἄνθρωπος συνέστηκε· καὶ εἰς ἃ ἔσχατα φαινόμενα καὶ ἁπλούστατα καὶ ἐλάχιστα τὴν ἀνάλυσιν λαμβάνει.