Ancient Greek
1.29 to 1.30
Pseudo-Galen, Definitiones Medicae 1.29-30
Not analysed yet
Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος κατὰ Πλάτωνα. κατὰ δὲ τοὺς Στωϊκοὺς σῶμα λεπτομερὲς ἐξ ἑαυτοῦ κινούμενον κατὰ σπερματικοὺς λόγους. κατὰ δὲ τὸν Ἀριστοτέλη ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ἄλλως. ψυχή ἐστι πνεῦμα παρεσπαρμένον ἐν ὅλῳ τῷ σώματι δι’ οὗ ζῶμεν καὶ λογιζόμεθα καὶ ταῖς λοιπαῖς αἰσθήσεσιν ἐνεργοῦμεν ὑπηρετοῦντος τοῦ σώματος. Σῶμά ἐστι μέγεθος τριχῇ διάστατον ἔχον ἐν ἑαυτῷ μῆκος, βάθος, πλάτος. ἢ μέγεθος ἐκ τριῶν διαστημάτων συνεστηκός.