Ancient Greek
1.341 to 1.359
Pseudo-Galen, Definitiones Medicae 1.341-359
Not analysed yet
Φθίσις ἐστὶ μείωσις τῆς κόρης μετὰ ἀμαυρώσεως. Ἀτροφία ἐστὶ μικρότης ὅλου τοῦ ὀφθαλμοῦ καὶ τῆς κόρης μετ’ ἀμαυρώσεως. Νυκτάλωψ ἐστὶ πάθος καὶ διάθεσις ὀφθαλμῶν δίχα φανερᾶς αἰτίας. συμβαίνει δὲ τοῖς οὕτω διακειμένοις ἡμέρας μὲν μὴ ὁρᾷν, νυκτὸς δὲ βλέπειν. Γλαύκωμά ἐστι τῶν κατὰ φύσιν ὑγρῶν εἰς τὸ γλαυκὸν χρῶμα μεταβολή. Σταφύλωμά ἐστιν ἔπαρμα κατὰ τὸν τῆς κόρης τόπον ἐμφερὲς ῥαγὶ σταφυλῆς. Πρόπτωσίς ἐστιν ὅταν ὑπό τινος βιαίας πληγῆς ἢ ἀγχονισμοῦ μετὰ συνεχοῦς πυρετοῦ ἢ κεφαλαλγίας ὀφθαλμὸς προπέσῃ. Μυωπίασίς ἐστι διάθεσις ἐκ γενετῆς δι’ ἧς τὰ μὲν πλησία ὁρῶμεν, τὰ δὲ πόῤῥωθεν ἢ ἐπὶ βραχὺ ἢ οὐδ’ ὅλως. Στραβισμός ἐστι παράλυσις τῶν περὶ τὸν ὀφθαλμὸν μυῶν οὐχ ὅλων, ἀλλ’ ἐνίων, δι’ ἣν αἰτίαν ἢ ἄνω ἢ κάτω ἢ εἰς τὰ πλάγια νεύουσιν οἱ ὀφθαλμοί. Ἵππος ἐστὶ διάθεσις ἐκ γενετῆς καθ’ ἣν ἀστατοῦσι καὶ ἀεὶ κινοῦσιν οἱ ὀφθαλμοὶ κίνησιν ὑπομένοντες ἐν κλόνῳ ἢ τρόμῳ ἀδιαλείπτῳ. καθεστηκυῖαν ταύτην τὴν διάθεσιν Ἱπποκράτης ἐκάλεσεν ἵππον. τὸ δὲ πάθος τοῦ στηρίζοντός ἐστι τὸν ὀφθαλμὸν μυὸς ὃς περιείληφε τὴν βάσιν τοῦ βλεπτικοῦ ὀργάνου. Χήμωσίς ἐστιν ἔπαρμα τοῦ περιοφθαλμίου ὑμένος ὃ καὶ λευκὸν προσαγορεύουσι πάθος, ὅμοιον λευκῇ σαρκί. Περὶ τὰ βλέφαρα καὶ τοὺς κανθοὺς συνίσταται πάθη ταῦτα· ψώρα, φθειρίασις, κριθὴ, χάλαζα, λιθίασις, ὑδατὶς, τριχίασις, τράχωμα, λαγωφθαλμὸν, ἐκτρόπιον, ῥοιὰς, ἀγχίλωψ, σταφύλωμα. Ψώρα ἐστὶ δριμυτάτου ῥεύματος γιγνομένη ἀνάβρωσις ταρσῶν ἢ κανθῶν μετὰ κνησμοῦ. Φθειρίασίς ἐστι περὶ τὰς ῥίζας τῶν βλεφαρίδων ψώρα λεπίδας πιτυρώδεις ἀποβάλλουσα. Χάλαζά ἐστι κεγχρώδης συστροφὴ κατὰ τὸ βλέφαρον καὶ λιθίασίς ἐστι τὸ αὐτό. Κριθή ἐστιν ὑγροῦ συλλογὴ περὶ τὸ βλέφαρον ἐπιμήκης κριθῇ ὁμοία. Τράχωμά ἐστι σκληρία καὶ τραχύτης ἀνώμαλος κατὰ τὰ ἔνδον τῶν βλεφάρων γινομένη. Ῥοιάς ἐστι τῆς ἐγκανθίου σαρκὸς δαπάνησις ᾗ τὸ δάκρυον ἀποῤῥεῖ. Τριχίασίς ἐστι βλεφάρων πτῶσις καὶ τῶν ἐν αὐτοῖς τριχῶν γένεσις παρὰ φύσιν. Διαφοραὶ τριχιάσεως τρεῖς, φαλάγγωσις, πτῶσις, ὑπόφυσις· τινὲς δὲ καὶ τὴν διστιχίαν ἐπεισάγουσιν.