Ancient Greek
1.450 to 1.456
Pseudo-Galen, Definitiones Medicae 1.450-456
Not analysed yet
Διὰ ποίαν αἰτίαν τῶν ἑπταμήνων γονίμων ὄντων τὰ ὀκτάμηνα ἄγονά ἐστιν; λέγεται οὕτως· ὅτι ὁ ὀκτὼ ἀριθμὸς ἄρτιός ἐστι καὶ συνεζευγμένος μὴ κρίσιμος ὤν· ὁ δὲ ἑπτὰ ἀριθμὸς περιττὸς καὶ οὐδὲ συνεζευγμένος καὶ διὰ τοῦτο κρίσιμος. Αἰτία συλλήψεως ἡ τῆς μήτρας σύμμετρος θερμασία καὶ ἡ πρόσφατος τῶν ἐμμηνίων κάθαρσις καὶ ὄρεξις· ταῦτα γὰρ ὁμοῦ συνελθόντα κατέσχε τὸ σπέρμα. Πρῶτον συνίσταται τοῦ ἐμβρύου τὸ χόριον εἶτα τὰ λοιπά· τὸ χόριον μὲν συνέστηκεν ἐκ δι’ ὃ φλεβῶν καὶ δύο ἀρτηριῶν καὶ πέμπτου τοῦ καλουμένου οὐραχοῦ, ἤτοι ἐπειδὴ χώρημά ἐστι τοῦ ἐμβρύου οἱονεὶ χωρίον ἢ ἐπειδὴ χορηγεῖται τὴν τροφὴν αὐτῷ. Ὠδῖνές εἰσι πνεύματος ἀθρόου καταφορὰ πρὸς τὴν ἐκδρομὴν τοῦ ἐμβρύου. Τὰ καταμήνια παρέχεται τῇ γυναικὶ πρὸς ὑγίειαν ἐκκενούμενα, ἐπισχεθέντα δὲ διὰ τὴν σύλληψιν τῷ ἐμβρύῳ τὴν τροφὴν παρέχει· γέγονε γὰρ καὶ πρὸς σύλληψιν καὶ πρὸς τὴν τοῦ γάλακτος γένεσιν. Ταῖς κυούσαις ἡ κίττησις γίνεται μετὰ δύο που ἢ τρεῖς τῆς συλλήψεως μῆνας στομάχου παθόντος· τὸ γὰρ ἔμβρυον οὐδέπω δύναται καταναλίσκειν τὴν τροφὴν· τῆς κίττης αἰτία γίνεται τὸ πλεονάζειν τὴν ὕλην καὶ ταραχὴν ἐγγίνεσθαι τῷ στομάχῳ· ἀμέλει αὔξησιν λάβῃ τὸ ἔμβρυον κάτω φερομένου τοῦ αἵματος ἐπ’ αὐτὸν ὁ στόμαχος ἀποκαθίσταται. Σχήματα ἐμβρύων τέσσαρα ἓν μὲν τὸ κατὰ φύσιν ὅ ἐστιν ἐπὶ κεφαλὴν, τὰ δὲ λοιπὰ τρία ἅτινα παρὰ φύσιν ἐστὶ τὸ ἐπὶ πόδας, τὸ πλάγιον καὶ τὸ διπλοῦν.