Ancient Greek
1.457
Pseudo-Galen, Definitiones Medicae 1.457
Not analysed yet
Αἱ δυστοκίαι κατὰ τρεῖς γίνονται τρόπους, κατὰ τὴν κύουσαν, κατὰ τὸ κυούμενον, κατὰ τὰ ἔξωθεν· κατὰ τὴν κύουσαν διχῶς, ψυχικῶς μὲν ζηλοτυπίαις ἐσχημένην ἢ λύπαις ἢ ἄλλῳ τινὶ πάθει· σωματικῶς δὲ ἢ στενόπορον οὖσαν ἢ καταπίμελον ἢ πρώτως κύουσαν ἢ ἄτροφον ἔχουσαν τὴν μήτραν. παρὰ δὲ τὸ κυούμενον ἤτοι ὅταν ἐναποθάνῃ ἢ δίδυμον ἢ τερατῶδες, παρὰ δὲ τὸ ἔξωθεν χειμῶνος ἐπιτεταμένου ἢ καύματος σφοδροῦ.