Ancient Greek
1.458 to 1.460
Pseudo-Galen, Definitiones Medicae 1.458-460
Not analysed yet
Αἰτίαι τῶν ἐν μήτρᾳ ἑλκῶν ὅτε μὲν ἀπόστημα, ὅτε δὲ πεσσὸς φθόριος, ὅτε δὲ ἐν μήτρᾳ: σκίῤῥος· ἔστι δὲ χρόνιος οὗτος μετ’ ἄλλων. Ἡ ἐν μήτρᾳ σάρκωσίς ἐστι σαρκὸς ἠθροισμένης ἔκφυσις· ἣν χρὴ διὰ μέρος ἀποσφάξαντα, εἰ μεγάλη εἴη, προκατακνίζειν, ἵνα τάχιον νεκρωθῇ, εἰ δὲ εἴη βραχεῖα, παραχρῆμα βαστάζειν. Αἱμοῤῥαγία ἐστὶν αἵματος λαβρὸς ἔκχυσις κατὰ περίῤῥυσιν μὲν μεγάλης οὔσης τρώσεως, κατ’ ἀκοντισμὸν δὲ εἰς στενότητα τυγχάνουσα ὡς ἐπὶ τῶν φλεβοτομιῶν. διαφέρει αἱμοῤῥαγία αἱμοῤῥοΐδος, ὅτι ἡ μὲν αἱμοῤῥαγία ὡς ἔφην λαβρός ἐστιν αἵματος ἔκχυσις· ἡ δὲ αἱμοῤῥοΐς κατὰ διαπήδησιν καὶ κατ’ ὀλίγον αἵματος φορά.