Ancient Greek
1.462
Pseudo-Galen, Definitiones Medicae 1.462
Not analysed yet
Χυμὸς παρὰ μὲν Ἱπποκρατεῖ διὰ παντὸς ἐπὶ τῶν κατὰ τὸ σῶμα τέτακται χυμῶν ἐξ ὧν ἐστιν ἡμῖν ἡ σύστασις αἵματος, φλέγματος, χολῶν δύο ξανθῆς τε καὶ μελαίνης· παρὰ δὲ Πλάτωνι καὶ Ἀριστοτέλει ἡ γευστὴ ποιότης καὶ ἑκάστη τῶν ὄντων ἐν ἡμῖν χυμὸς ὀνομάζεται. εἰσὶ δὲ ποιότητες ὀξύτης, αὐστηρότης, στρυφνότης, δριμύτης, ἁλυκότης, γλυκύτης, πικρότης. οὕτω καὶ Μνησίθεος βούλεται ἐν τῷ παθολογικῷ.