Ancient Greek
1.463
Pseudo-Galen, Definitiones Medicae 1.463
Not analysed yet
Κενοῦμεν ἢ διὰ φλεβοτομίας ἢ σικυίας ἢ βδέλλης καὶ τῶν τοιούτων· ἀφαιροῦμεν δὲ αἷμα διὰ πλῆθος πολὺ καὶ μάλιστα ὅταν τὸ αἷμα αἴτιον τοῦ πάθους ὑπονοῶμεν. προκριτέον ἑκάστης ἀφαιρέσεως τὴν ἀμείνονα, τὴν δὲ δεινὴν ἐκκλίναντας δόσει φαρμάκου. τὴν σικυῖαν διὰ περίθλασιν τοπικήν, τὴν δὲ βδέλλαν ἐφ’ ὧν λεπτῶς ἀναστομῶσαι τὸν πεπονθότα δεόμεθα τόπον.