Ancient Greek
1.465 to 1.467
Pseudo-Galen, Definitiones Medicae 1.465-467
Not analysed yet
Κρίσις ἐστὶν ἡ ἀξία καὶ ὀξύῤῥοπος ἐν χρόνῳ τῆς νόσου λύσις. ἢ κρίσις ἐστὶν ἡ ὀξεῖα ἐν νοσήματι ταραχὴ καὶ αὐτὴ τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ὅτε δὲ καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ. Περίοδός ἐστι τεταγμένου χρόνου ἀνταπόδοσις. Ὁ ἐγκέφαλος τὴν ψυχικὴν ἔχει δύναμιν καὶ ταύτης τὸ ἡγεμονικὸν ὅπερ ἐστὶ λογιστικὸν καὶ ὁ νοῦς, ἡ δὲ καρδία τὸ θυμικὸν, τὸ δὲ ἧπαρ τὸ ἐπιθυμητικόν.