Ancient Greek
1.464
Pseudo-Galen, Definitiones Medicae 1.464
Not analysed yet
Ἐν τῷ παθολογικῷ τῆς ἰατρικῆς μέρει περιέχεται τί τε καὶ ὁποῖόν ἐστι καθόλου καὶ τί τὸ κατὰ μέρος πάθος καὶ νόσημα καὶ τί αἴτιον καὶ τί σημεῖον καὶ τίνες αἱ τούτου διαφοραὶ, πολυειδεῖς δὲ αὗται, οὐ τὸ πάθος τῶν νοσοποιῶν αἰτιῶν καὶ οἱ τόποι περὶ οὕς ἐστιν αὐτὰ τὰ πάθη. ζητοῦμεν γὰρ τί τὸ πάθος φρενίτις, ἐπιληψία, λήθαργος, πλευρῖτις, περιπνευμονία, παράλυσις καὶ τὰ ἑξῆς. ἔστι δὲ τούτων τὰ αἴτια πρόδηλα καὶ οὐ πρόδηλα καὶ προκαταρκτικὰ καὶ προηγούμενα καὶ συνεκτικὰ καὶ καθόλου τίς ἡ κατασκευὴ τοῦ πάθους καὶ περὶ τίνα τοῦ σώματος ταῦτα εἴρηται.