Ancient Greek
1.66 to 1.69
Pseudo-Galen, Definitiones Medicae 1.66-69
Not analysed yet
Αἷμά ἐστι θερμὸν καὶ ὑγρὸν ἐν ταῖς φλεψὶ πλεῖον, ἐν ἀρτηρίαις ὀλιγώτερον, ἐξ οὗ τὸ ζῶον τρέφεται. Φλέγμα ἐστὶ ψυχρὸν καὶ ὑγρὸν πρός τε τὴν κατάποσιν τῶν σιτίων καὶ πρὸς τὰς κινήσεις τῶν ἄρθρων ὑπὸ τῆς φύσεως ὑποβεβλημένον. Ξανθὴ χολή ἐστι θερμὴ καὶ ξηρὰ καὶ ἐπὶ τόνον μὲν τοῦ στομάχου καὶ πρὸς τὰς ἐκκρίσεις τῆς κοιλίας γεγενημένη. Χολὴ μέλαινά ἐστι ψυχροτέρα τῆς ξανθῆς παρακειμένη μέντοι ἐν τῷ σπληνὶ, ἀνακεκραμένη δὲ καὶ ἐν τῷ αἵματι, ὥστε σχίζεσθαι αὐτὸ καὶ μὴ παχὺ καὶ ἀργὸν καὶ δυσανάδοτον ἀποτελεῖσθαι.