Ancient Greek
1.70
Pseudo-Galen, Definitiones Medicae 1.70
Not analysed yet
Τέσσαρές εἰσι διαφοραὶ τοῦ μελαγχολικοῦ χυμοῦ· ὧν πρῶτός ἐστιν ὁ στοιχειώδης· καὶ ὁ ἐξ ὑπεροπλήσεως τῆς ξανθῆς χολῆς γενόμενος, ὅντινα καὶ ἀσφαλτώδη ὀνομάζομεν διὰ τὸ στίλβειν αὐτὸν ἀσφάλτου δίκην καὶ ὁ ἐκ τοῦ ἀπογεωθέντος φλέγματος ἢ τοῦ σαπέντος καὶ ὁ ἐκ τοῦ τρυγώδους αἵματος. χολῆς ξανθῆς διαφοραὶ ἕξ· χολὴ ἡ στοιχειώδης καὶ ἡ λεκιθώδης καὶ ἰσατώδης καὶ πρασώδης καὶ ἰώδης καὶ ἡ ὠχρὰ καὶ αἱ τοῦ φλέγματος διαφοραί. τὸ μὲν ἐστι γλυκὺ, τὸ δὲ ἁλυκὸν, τὸ δὲ ἄποιον. καὶ κατὰ τρεῖς τρόπους εἰσὶ τὰ ὑγρὰ ἐν τῇ γαστρὶ, ἢ μὲν γὰρ ἐπιπλέουσιν ἢ ἀναπεμπόμενά εἰσιν ἢ ἐμπεπλασμένα.