Ancient Greek
1.92
Pseudo-Galen, Definitiones Medicae 1.92
Not analysed yet
Θρὶξ σῶμά ἐστι ξηρὸν καὶ ψυχρὸν καὶ ἀναίσθητον πρὸς σκέπην καὶ κόσμον γεγενημένη. κατὰ πόσους τρόπους ἐγένοντο αἱ τρίχες εἰς τὸν ἄνθρωπον; κατὰ δύο. αἱ μὲν πρὸς κόσμον ἐν τῇ κεφαλῇ καὶ ἐν γενείοις· διὰ χρείαν δὲ ἐν τοῖς βλεφάροις καὶ ἐν τοῖς ὀφρύσιν. διὰ τί ἐπὶ τῆς κεφαλῆς φύονται πολλαὶ τρίχες; διά τε τὴν ξηρότητα τοῦ δέρματος καὶ διὰ τὸ πλῆθος τῶν αἰθαλωδῶν περιττωμάτων τῶν κάτωθεν ἄνω ἐς τούτους τόπους ἀναφερομένων. διὰ τί ἐπὶ τῶν ἀκμαστικῶν ἡλικιῶν δασύτης ἐστὶ τριχῶν; διὰ τὸ εἶναι πλῆθος περιττωμάτων καὶ πόρους μεγάλους καὶ διὰ τὸ τούτων δέρμα μηδὲ λίαν ξηρότερον μηδὲ μαλακώτερον. διὰ τί ἐπὶ τῶν παίδων ψιλότης ἐστὶ τριχῶν; διά τε τὸ μὴ εἶναι πολλὰ αἰθαλώδη περιττώματα καὶ διὰ τὸ μὴ εἶναι πόρους. κατὰ πόσους τρόπους γίνονται φαλακροὶ οἱ ἄνθρωποι; κατὰ δύο. ἢ δι’ ἄκραν ξηρότητα ἢ δι’ ἄκραν ὑγρότητα, ὥσπερ ἡ γῆ τὸν χορτὸν ἡ ἔχουσα πολὺ ὕδωρ σήπει.