Ancient Greek
1.87 to 1.91
Pseudo-Galen, Definitiones Medicae 1.87-91
Not analysed yet
Ὀδόντες εἰσὶν οἱ διαιροῦντες τὴν τροφὴν καὶ κατεργαζόμενοι καὶ συνεργοῦντές τι καὶ πρὸς τὴν τῆς φωνῆς διάρθρωσιν. Οὐρανίσκος ἐστὶ τὸ ἀνώτερον μέρος τοῦ στόματος ἐκ τῆς πρὸς οὐρανὸν ὁμοιότητος τὸ ὄνομα λαμβάνων. Γαργαρέων ἐστὶ σαρκίον τῆς φάρυγγος ἀπηρτησμένον, φωνῆς ὄργανον καὶ πνεύματος ἀποτέλεσμα. Φατνία εἰσὶν αἱ κοιλότητες τῶν ὀστῶν ἐν αἷς οἱ ὀδόντες ἐῤῥίζωνται. Ὄνυχές εἰσιν ἀποτελεύτησις τῶν νεύρων εὐπρεπείας χάριν γεγονότες καὶ ὡς ἐπιλαμβάνεσθαί τι τοῖς δακτύλοις εὐκολώτερον. οἱ δὲ οὕτως. ὄνυχές εἰσι δέρματος ἔφαψις ξηρὰ καὶ ψυχρὰ καὶ ἀναίσθητος.