Ancient Greek · ~5 min
Page 480
pseudo-Hippocrates, Περὶ διαφόρων καὶ παντοίων τροφῶν 480
Not analysed yet
τερῶν καὶ στυφοσωμότεραι τῶν περδίκων. τρυγόνες εἰσὶ σκληρότεραι τῶν περιστερῶν καὶ μελαγχολικαί. φάσσαι σκληρόσαρκοι καὶ δύσπεπτοι καὶ μελαγχολικαὶ καὶ νευρώδεις. χῆνές εἰσι βαρυστόμαχοι καὶ δύσπεπτοι ὑπὲρ πάντα τὰ ζῷα. γέρανοί εἰσιν ἰνοειδεῖς καὶ σκληροὶ καὶ μελαγχολικοί. ᾠὰ ὀρνίθων καὶ φασιανῶν κρείττονα πάντων τῶν ᾠῶν εἰσιν. χηνῶν δὲ καὶ στρουθοκαμήλων ἄχρηστα πάνυ. ὕεια κρέη θερμὰ καὶ ὑγρὰ καὶ χυμοποιά· ἁρμόττει δὲ γέρουσιν ἐσθίειν. τὰ δὲ τῶν προβάτων εὔπεπτα μέν, ὑγρὰ δὲ καὶ περιττωματικὰ καὶ θερμά· ἐπὶ ἀφορμῇ δὲ κακόχυμα. τὰ τράγου κρέη ψυχρότερα τῶν προβάτων καὶ ἐπὶ τοῖς κυνοκαύμασιν ἐσθιόμενα κρείττονα τῶν ἄλλων καὶ μᾶλλον ἀπὸ εἰκάδος πέμπτης Ἰουνίου ἕως εἰκάδος πέμπτης Αὐγούστου. βόεια κρέη μελαγχολικὰ καὶ παχὺν χυμὸν ποιοῦσιν καὶ θρεπτικά εἰσιν. λαγωοὶ δὲ καὶ δορκάδες καὶ ἄγριαι αἶγες ψυχραὶ καὶ ξηραὶ καὶ μελαγχολικαί· ἐπὶ δὲ κυνοκαύμασιν ἐσθιόμεναι εὔχρηστοι. καὶ οἱ ἔλαφοι ὁμοίως· οὗτοί εἰσι καὶ μελαγχολικοὶ καὶ δύσπεπτοι, ἀλλ' ὅμως ὑγρότεροι καὶ τροφιμώτεροι. Περὶ λαχάνων. Θριδακίνη ψυχρὰ καὶ ὑγρὰ καὶ ὑπνώδης. ἴντυβον ψυχρὸν καὶ ὑγρόν. τὸ δὲ μολόχιον ψύχει καὶ καθυγραίνει. σεῦτλον τὸν μὲν στόμαχον δάκνει, ἐκφράττει δὲ τὰ καθ' ἧπαρ καὶ σπλῆνα. κράμβη δίεφθος γαστρὸς ἐπέχει· ἡμίεφθος δὲ ἅμ' ἐλαίῳ γαστέρα ὑπάγει. ὁ δὲ χυλὸς αὐτῆς καθαρτικός ἐστι. ποιεῖ δὲ καὶ παχὺν χυμόν· συχνῶς δὲ ἐσθιομένη γεννᾷ μελαγχολικὸν χυμὸν καὶ γάλα πληθύνει. θαλασσοκράμβη καὶ τὸ εὔζωμον διὰ τὸ ἁλμυρὸν ὑπάγει