Ancient Greek · ~6 min
Page 481
pseudo-Hippocrates, Περὶ διαφόρων καὶ παντοίων τροφῶν 481
Not analysed yet
γαστέρα καὶ ὑγραίνει καὶ ψύχει· ὠφελεῖ δὲ τὰς τοῦ στομάχου φλεγμονὰς καὶ ἑλκώσεις. βλίτον τὸ αὐτὸ ποιεῖ ὡς σέλινον. τὰ δὲ ἀκανθώδη εὐστόμαχα δίχα τῆς κινάρας· αὐτὴν δὲ διὰ τὸ κακόχυμον ἁρμόττει δίεφθον ἐσθίειν ἐλαιογάρῳ. σέλινα καὶ ἱπποσέλινα καὶ σίον καὶ σμύρνιον πάντα διουρητικά. τὸ δὲ εὔζωμον θερμὸν καὶ κινητικὸν φύσεως πρὸς μίξιν· σπέρματος γεννητικὸν κεφαλῆς τε ἐναντίον. κάρδαμον, ὤκιμον καὶ νᾶπυ θερμὰ καὶ δύσπεπτα καὶ κακόχυμα διὰ τὴν πολλὴν δριμύτητα. ἡ δὲ ἀκαλήφη λεπτομερής τε καὶ ὑπακτική. τὸ δὲ γογγύλιον στυφὸν καὶ πικρὸν καὶ εὐστόμαχον. κάππαρις εὐστόμαχος καὶ ἐκφρακτικὴ ἥπατος καὶ σπληνός· τέμνει δὲ φλέγμα καὶ χυμοὺς ἅπαντας, γαστέρα ὑπάγει· δεῖ ταῦτα ἐσθίειν δι' ὀξυμέλιτος. ἀνδραφάξις ἤτοι τὸ χρυσολάχανον ψυχρὸς καὶ ὑγρὸς καὶ στυπτικὸς καὶ ὠφέλιμος πρὸς φλεγμονὴν στομάχου καὶ ἑλκώσεις ὡς σέλινον καὶ βλίτον. ἡ δὲ γογγύλη καὶ τὸ ῥέφανον καὶ κάρδαμον καὶ πύρεθρον· ὁ μὲν φλοῦς αὐτῶν θερμὸς καὶ ξηρός, ὁ δὲ ἀσφάραγος ὑγρός. τὸ λιποσπάραγγον καὶ ἡ βρυωνία καὶ τὰ χαμαίδαφνα θερμὰ καὶ εὐστόμαχα καὶ διουρητικὰ καὶ ὀλιγόθρεπτα. βολβοὶ στυπτικῆς δυνάμεώς εἰσι καὶ ῥυπτικῆς καὶ θρεπτικοὶ στομάχου ἀσθενοῦντος καὶ σπέρματος γεννητικοὶ καὶ φύσεως κινητικοὶ πρὸς μίξιν· ἔχουσι δέ τι καὶ φυσῶδες καὶ τρόφιμον. μικρομερῶς δὲ ἐλαιογάρῳ ἐκζεστοὶ ἐσθιόμενοι γίνονται ἄφυσοι καὶ εὔπεπτοι καὶ τρόφιμοι. οἱ δαῦκοι οἵ τε ἥμεροι καὶ ἄγριοι θερμοὶ καὶ διουρητικοὶ καὶ ἐκφρακτικοὶ νεφρῶν καὶ κύστεως· συχνῶς δὲ ἐσθιόμενοι καὶ κακοχυμοῦσι καὶ κακοστομαχοῦσι. κρόμμυα καὶ σκόροδα καὶ πράσα