Ancient Greek · ~3 min
Page 482
pseudo-Hippocrates, Περὶ διαφόρων καὶ παντοίων τροφῶν 482
Not analysed yet
δριμέα καὶ θερμὰ καὶ τέμνοντα τοὺς παχεῖς χυμοὺς καὶ διουρητικά· σύνθετα δι' ὀξάλμης μερικῶς ἐσθιόμενα εὐστόμαχα καὶ δύσπεπτα. τὸ δὲ σκόρδον ἐκζεστὸν λεπτύνει καὶ ἐκφράττει. ὕδνον κακόχυμον καὶ ψυχρόν. ἀμανῖται ψυχροὶ καὶ κακόχυμοι καὶ δύσπεπτοι. οἱ δὲ μυκῆται θανατώδεις. ἡ θριδακίνη ψυχρὰ καὶ ξηρὰ καὶ ὑπνώδης καὶ αἵματος γεννητικὴ καὶ τρόφιμος καὶ κοιλίας ἐφεκτική. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ χυμοποιός. καὶ τὴν κίνησιν ποιεῖται εἰς τὸ σῶμα κατὰ τὴν τάξιν τοῦ ἀέρος· καὶ τῷ μὲν θέρει ὑγραίνει καὶ ψύχει καὶ εὐκρατώνει τὴν χολήν· τῷ δὲ φθινοπώρῳ κινεῖται πρὸς τὸν ἀέρα καὶ τῷ χειμῶνι κινεῖται διὰ παντὸς τοῦ σώματος καὶ τὰ ὑγρὰ φέρει κάτω ὡς ἐπὶ τοῦ ἀέρος καὶ τῶν ὑδάτων. ἡ δὲ τοιαύτη συχνῶς ἐσθιομένη ἀμβλύνει τὸ φῶς· χρὴ οὖν τοὺς χρωμένους αὐτῇ συχνῶς ἀφαίρεσιν ποιεῖν τῆς ὕλης πρὸ κινήσεως ἀέρος. ὁ δὲ αἰγύπτιος κύαμος ὑγρότερος καὶ περιττωματικός.