Ancient Greek · ~1 min
Section 1
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 1
Not analysed yet
Λίθος ὁ κουράλιος. Μετ’ οἴνου πινόμενος ἑρπετοδήκτοις βοηθεῖ. Ὁ βαστάζων αὐτὸν ἐν πολέμῳ ἀβλαβὴς μένει· καὶ φυλακτήριόν ἐστιν παντὸς κακοῦ, κινδύνου, πολέμου, θαλάττης, μαγιῶν. Σπλῆνα τήκει, φάρμακα φυλάττει, καὶ σάρκας ἀναπληροῖ, καὶ πᾶσίν ἐστιν ἠγαπημένος ὁ βαστάζων αὐτόν.