Ancient Greek · ~1 min
Section 2
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 2
Not analysed yet
Λίθος ὁ ἀχάτης. Οὗτος δὲ λίαν ἐρυθρὸς τοῖς σκορπιοπλήκτοις ὠφελιμώτατος ἦν, καὶ τοὺς ψυχορραγοῦντας ἐπιτιθέμενος ὠφελεῖ. Φασίν τινες ὅτι ἐρωτικὸς ἦν, τίθησιν ἐπιθυμητὰς ἄνδρας τε καὶ γυναῖκας περιαπτόμενος. Θέλγει μὲν τὴν καρδίαν καὶ τῶν αἰτήσεων μὴ ἀποτυγχάνειν ποιεῖ· καὶ πρὸς πᾶσαν νόσον ἁπλῶς εὑρίσκεται χρήσιμος.