Ancient Greek · ~1 min
Section 3
pseudo-Hippocrates, Ἑρμηνεία περὶ ἐνεργῶν λίθων 3
Not analysed yet
Λίθος αἱματίτης. Ὅπη ἂν προστριβεὶς αἷμα ἐργάζεται. Οὗτος μετὰ μέλιτος ἢ γάλακτος λειωθεὶς ὀφθαλμικὰς ὀδύνας ἰᾶται· ἐν χειρὶ κρατούμενος ἢ φορούμενος ἐν δικαστηρίοις νίκην ἐργάζεται, καὶ χαρίεντα ποιεῖ τὸν βαστάζοντα. Καὶ μεθ’ ὕδατος πινόμενος ἰοβόλων ὠφελεῖ δήγματα.