Ancient Greek
Fragment 1
Pseudo-Justinus Martyr, Fragmenta 1
Not analysed yet
Δι' ἀμφοῖν τοῖν ὀρνέοιν σημαίνεται ὁ Χριστός, καὶ τεθνεὼς ὡς ἄνθρωπος καὶ ζῶν ὡς θεός. Ὀρνιθίῳ δὲ παρεικάζεται διὰ τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νοεῖσθαι καὶ λέγεσθαι. Βαπτισθὲν δὲ τὸ ζῶν ὀρνίθιον ἐν τῷ αἵματι τοῦ τεθνεῶτος ἀνεῖτο λοιπόν· ἐν γὰρ τῷ σταυρωθέντι καὶ ἀποθανόντι ναῷ ὁ ζῶν καὶ θεῖος ἦν λόγος, κοινωνὸς ὡς ἄνθρωπος τοῦ πάθους καὶ ἀπαθὴς ὡς θεός.