Ancient Greek
Fragment 2
Pseudo-Justinus Martyr, Fragmenta 2
Not analysed yet
Διὰ τοῦ ἐφ' ὕδατι ζῶντι, ἐν ᾧ τὸ ξύλον καὶ τὸ ὕσσωπον καὶ τὸ κόκκινον ἐβάπτετο, τὸ διὰ τοῦ ξύλου ἔναιμον πάθος τοῦ Χριστοῦ, ἐν τῇ τῶν διὰ πνεύματος καὶ ὕδατος καὶ αἵματος ῥαντιζομένων σωτηρίᾳ, δηλοῦται· ὥστε οὐ προκειμένως περὶ λέπρας ἡ ὑπόθεσις ἦν τοῦ καθαρισμοῦ, ἀλλὰ περὶ ἀφέσεως ἁμαρτιῶν, ἵνα νοηθῇ καὶ ἡ λέπρα παραβολὴ τῆς ἁμαρτίας καὶ τὰ θυόμενα παραβολὴ τοῦ μέλλοντος θύεσθαι ὑπὲρ ἁμαρτιῶν.