Ancient Greek · ~3 min
Section 15
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 15
Not analysed yet
ἐγὼ δὲ τὰ μὲν ἄλλα ὄνος ἤμην, τὰς δὲ φρένας καὶ τὸν νοῦν ἄνθρωπος ἐκεῖνος ὃ Λούκιος, δίχα τῆς φωνῆς. πολλὰ οὖν κατ’ ἐμαυτὸν μεμψάμενος τὴν Παλαίστραν ἐπὶ τῇ ἁμαρτίᾳ δακὼν τὸ χεῖλος ἀπῄειν ἔνθα ἠπιστάμην ἑστῶτα τὸν ἐμαυτοῦ ἵππον καὶ ἄλλον ἀληθινὸν ὄνον τὸν Ἱππάρχου. οἱ δὲ αἰσθόμενοί με εἴσω παριόντα, δείσαντες μὴ τοῦ χόρτου κοινωνὸς αὐτοῖς ἐπεισέρχομαι, τὰ ὦτα κατακλίναντες ἕτοιμοι ἦσαν τοῖς ποσὶν ἀμύνειν τῇ γαστρί· κἀγὼ συνεὶς πορρωτέρω ποι τῆς φάτνης ἀποχωρήσας ἑστὼς ἐγέλων, ὁ δέ μοι γέλως ὀγκηθμὸς ἦν. ταῦτα δ’ ἄρ’ ἐνενόουν πρὸς ἐμαυτόν· ὢ τῆς ἀκαίρου ταύτης περιεργίας. τί δέ, εἰ λύκος παρεισέλθοι ἢ ἄλλο τι θηρίον; κινδυνεύεταί μοι μηδὲν κακὸν πεποιηκότι διαφθαρῆναι. ταῦτα ἐννοῶν ἠγνόουν ὁ δυστυχὴς τὸ μέλλον κακόν.