Ancient Greek
Section 16
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 16
Not analysed yet
ἐπεὶ γὰρ ἦν ἤδη νὺξ βαθεῖα καὶ σιωπὴ πολλὴ καὶ ὕπνος ὁ γλυκύς, ψοφεῖ μὲν ἔξωθεν ὁ τοῖχος ὡς διορυττόμενος, καὶ διωρύττετό γε, καὶ ὀπὴ ἤδη ἐγεγόνει ἄνθρωπον δέξασθαι δυναμένη, καὶ εὐθὺς ἄνθρωπος ταύτῃ παρῄει καὶ ἄλλος ὁμοίως, καὶ πολλοὶ ἔνδον ἦσαν καὶ πάντες εἶχον ξίφη. εἶτα καταδήσαντες ἔνδον ἐν τοῖς δωματίοις τὸν Ἵππαρχον καὶ τὴν Παλαίστραν καὶ τὸν ἐμὸν οἰκέτην ἀδεῶς ἤδη τὴν οἰκίαν ἐκένουν τά τε χρήματα καὶ τὰ ἱμάτια καὶ τὰ σκεύη κομίζοντες ἔξω. ὡς δὲ οὐδὲν ἄλλο ἔνδον κατελείπετο, λαβόντες ἐμέ τε καὶ τὸν ἄλλον ὄνον καὶ τὸν ἵππον ἐπέσαξαν, ἔπειτα ὅσα ἐβάστασαν, ἐπικατέδησαν ἡμῖν. καὶ οὕτως μέγα ἄχθος φέροντας ἡμᾶς ξύλοις παίοντες ἤλαυνον εἰς τὸ ὄρος ἀτρίπτῳ ὁδῷ φεύγειν πειρώμενοι. τὰ μὲν οὖν ἄλλα κτήνη οὐκ ἔχω εἰπεῖν ὅ τι ἔπασχεν, ἐγὼ δὲ ἀνυπόδητος ἀσυνήθης ἀπιὼν πέτραις ὀξείαις ἐπιβαίνων, τοσαῦτα σκεύη φέρων ἀπωλλύμην. καὶ πολλάκις προσέπταιον, καὶ οὐκ ἦν ἐξὸν καταπεσεῖν, καὶ εὐθὺς ἄλλος ὄπισθεν κατὰ τῶν μηρῶν ἔπαιε ξύλῳ. ἐπεὶ δὲ πολλάκις ὦ Καῖσαρ ἀναβοῆσαι ἐπεθύμουν, οὐδὲν ἄλλο ἢ ὠγκώμην, καὶ τὸ μὲν ὦ μέγιστον καὶ εὐφωνότατον ἐβόων, τὸ δὲ Καῖσαρ οὐκ ἐπηκολούθει. ἀλλὰ μὴν καὶ δι᾿ αὐτὸ τοῦτο ἐτυπτόμην ὡς προδιδοὺς αὐτοὺς τῷ ὀγκηθμῷ. μαθὼν οὖν ὅτι ἄλλως ἐβόων, ἔγνων σιγῇ προϊέναι καὶ κερδαίνειν τὸ μὴ παίεσθαι.