Ancient Greek · ~3 min
Section 3
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 3
Not analysed yet
ταῦτα εἰπόντος τὸ παιδισκάριον ἡ Παλαίστρα ἄγει μὲ καὶ δείκνυσί μοι κάλλιστον οἰκημάτιον· καί, Σὺ μέν, ἔφη, ἐπὶ ταύτης τῆς κλίνης κοιμήσῃ, τῷ δὲ παιδι σου σκιμπόδιον αὐτοῦ παραθήσω καὶ προσκεφάλαιον ἐπιθήσω. ταῦτα εἰπούσης ἡμεῖς ἀπῄειμεν λουσόμενοι δόντες αὐτῇ κριθιδίων τιμὴν εἰς τὸν ἵππον: ἡ δὲ πάντα ἔφερε λαβοῦσα εἴσω καὶ κατέθηκεν. ἡμεῖς δὲ λουσάμενοι ἀναστρέψαντες εἴσω εὐθὺς παρήλθομεν. καὶ ὁ Ἵππαρχός με δεξιωσάμενος ἐκέλευε συνανακλίνεσθαι μετ’ αὐτοῦ. τὸ δὲ δεῖπνον οὐ σφόδρα λιτόν· ὁ δὲ οἶνος ἡδὺς καὶ παλαιὸς ἦν. ἐπεὶ δὲ ἐδεδειπνήκειμεν, πότος ἦν καὶ λόγος οἷος ἐπὶ δείπνου ξένου, καὶ οὕτω τὴν ἑσπέραν ἐκείνην πότῳ δόντες ἐκοιμήθημεν. τῇ δ’ ὑστεραίᾳ ὁ Ἵππαρχος ἤρετό με, τίς μὲν ἔσται ἡ νῦν μοι ὁδὸς καὶ εἰ πάσαις ταῖς ἡμέραις αὐτοῦ προσμενῶ. Ἄπειμι μέν, ἔφην, ἐς Λάρισσαν, ἔοικα δὲ ἐνταῦθα διατρίψειν τριῶν ἢ πέντε ἡμερῶν.