Ancient Greek · ~6 min
Section 4
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 4
Not analysed yet
ἀλλὰ τοῦτο μὲν ἦν σκῆψις· ἐπεθύμουν δὲ σφόδρα μείνας ἐνταῦθα ἐξευρεῖν τινα τῶν μαγεύειν ἐπισταμένων γυναικῶν καὶ θεάσασθαί τι παράδοξον, ἢ πετόμενον ἄνθρωπον ἢ λυθούμενον. καὶ τῷ ἔρωτι τῆς θέας ταύτης δοὺς ἐμαυτὸν περιῄειν τὴν πόλιν, ἀπορῶν μὲν τῆς ἀρχῆς τοῦ ζητήματος, ὅμως δὲ περιῄειν· κἀν τούτῳ γυναῖκα ὁρῶ προσιοῦσαν ἔτι νέαν, εὐπορουμένην, ὅσον ἦν ἐκ τῆς ὁδοῦ συμβαλεῖν· ἱμάτια γὰρ ἀνθινὰ καὶ παῖδες συχνοὶ καὶ χρυσίον περιττόν. ὡς δὲ πλησιαίτερον γίγνομαι, προσαγορεύει με ἡ γυνή, καὶ ἀμείβομαι αὐτῇ ὁμοίως, καὶ φησίν, Ἐγὼ Ἄβροιά εἰμι, εἴ τινα τῆς σῆς μητρὸς φίλην ἀκούεις, καὶ ὑμᾶς δὲ τοὺς ἐξ ἐκείνης γενομένους φιλῶ ὥσπερ οὓς ἔτεκον αὐτή· τί οὖν οὐχὶ παρ’ ἐμοὶ καταλύεις, ὦ τέκνον; Ἀλλὰ σοὶ μέν, ἔφην, πολλὴ χάρις, αἰδοῦμαι δὲ οὐδὲν ἀνδρὶ φίλῳ ἐγκαλῶν ἔπειτα φεύγων τὴν ἐκείνου οἰκίαν· ἀλλὰ τῇ γνώμῃ, ὦ φιλτάτη, κατάγομαι παρὰ σοί. Ποῖ δέ, ἔφη, καὶ κατάγῃ; Παρὰ Ἱππάρχῳ. Τῷ φιλαργύρῳ; ἔφη. Μηδαμῶς, εἶπον, ὦ μῆτερ. τοῦτο εἴπῃς· λαμπρὸς γὰρ καὶ πολυτελὴς γέγονεν εἰς ἐμέ, ὥστε καὶ ἐγκαλέσαι ἄν τις τῇ τρυφῇ. ἡ δὲ μειδιάσασα καί με τῆς χειρὸς λαβομένη ἄγει ἀπωτέρω καὶ λέγει πρὸς ἐμέ, Φυλάττου μοι, ἔφη, τὴν Ἱππάρχου γυναῖκα πάσῃ μηχανῇ· μάγος γάρ ἐστι δεινὴ καὶ μάχλος καὶ πᾶσι τοῖς νέοις ἐπιβάλλει τὸν ὀφθαλμόν· καὶ εἰ μή τις ὑπακούσῃ αὐτῇ, τοῦτον τῇ τέχνῃ ἀμύνεται, καὶ πολλοὺς μετεμόρφωσεν εἰς ζῷα, τοὺς δὲ τέλεον ἀπώλεσε· σὺ δὲ καὶ νέος εἶ, τέκνον, καὶ καλός, ὥστε εὐθὺς ἀρέσαι γυναικί, καὶ ξένος, πρᾶγμα εὐκαταφρόνητον.