Ancient Greek · ~2 min
Section 36
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 36
Not analysed yet
ἐπεὶ δὲ ἥκομεν ἔνθα ᾤκει Φίληβος —τοῦτο γὰρ εἶχεν ὄνομα ὁ ὠνησάμενός με —μέγα εὐθὺς πρὸ τῆς θύρας ἀνέκραγεν, Ὦ, κοράσια, δοῦλον ὑμῖν ἐώνημαι καλὸν καὶ ἁδρὸν καὶ Καππαδόκην τὸ γένος. ἦσαν δὲ τὰ κοράσια ταῦτα ὄχλος κιναίδων συνεργῶν τοῦ Φιλήβου, καὶ πάντες πρὸς τὴν βοὴν ἀνεκρότησαν· ᾤοντο γὰρ ἀληθῶς ἄνθρωπον εἷναι τὸν ἐωνημένον. ὡς δὲ εἶδον ὄνον ὄντα τὸν δοῦλον, ἤδη ταῦτα ἐς τὸν Φίληβον ἔσκωπτον, Τοῦτον οὐ δοῦλον, ἀλλὰ νυμφίον σαυτῇ πόθεν ἄγεις λαβοῦσα; ὄναιο δὲ τούτων τῶν καλῶν γάμων καὶ τέκοις ταχέως ἡμῖν πώλους τοιούτους.