Ancient Greek
Section 37
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 37
Not analysed yet
καὶ οἱ μὲν ἐγέλων. τῇ δὲ ὑστεραίᾳ συνετάττοντο ἐπ’ ἔργον, ὥσπερ αὐτοὶ ἔλεγον, καὶ τὴν θεὸν ἐνσκευασάμενοι ἐμοὶ ἐπέθηκαν. εἶτα ἐκ τῆς πόλεως ἐξηλαύνομεν καὶ τὴν χώραν περιῄειμεν. ἐπὰν δ’ εἰς κώμην τινὰ εἰσέλθοιμεν, ἐγὼ μὲν ὁ θεοφόρητος ἵστάμην, ὁ δὲ αὐλητὴς ἐφύσα ὅμιλος ἔνθεον, οἱ δὲ τὰς μίτρας ἀπορρίψαντες τὴν κεφαλὴν κάτωθεν ἐκ τοῦ αὐχένος εἱλίσσοντες τοῖς ξίφεσιν ἐτέμνοντο τοὺς πήχεις καὶ τὴν γλῶτταν τῶν ὀδόντων ὑπερβάλλων ἕκαστος ἔτεμνε καὶ ταύτην, ὥστε ἐν ἀκαρεῖ πάντα πεπλῆσθαι μαλακοῦ αἵματος. ἐγὼ δὲ ταῦτα ὁρῶν τὰ πρῶτα ἔτρεμον ἑστώς, μή ποτε χρεία τῇ θεῷ καὶ ὀνείου αἵματος γένοιτο. ἐπειδὰν δὲ κατακόψειαν οὕτως ἑαυτούς, ἐκ τῶν περιεστηκότων θεατῶν συνέλεγον ὀβολοὺς καὶ δραχμάς· ἄλλος ἰσχάδας καὶ τυροὺς καὶ οἴνου κάδον ἐπέδωκε καὶ πυροῦ μέδιμνον καὶ κριθῶν τῷ ὄνῳ. οἱ δὲ ἐκ τούτων ἐτρέφοντο καὶ τὴν ἐπ’ ἐμοὶ κομιζομένην θεὸν ἐθεράπευον.