Ancient Greek · ~5 min
Section 48
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 48
Not analysed yet
ὁ δὲ οἷον εἰκὸς ὁρῶν μὲ κτῆμα παράδοξον τὴν μὲν τιμὴν τὴν ἐμὴν κελεύει τῶν διοικητῶν τινι καταβαλεῖν τῷ ἐμὲ ὠνησαμένῳ καὶ ἄλλο τοσοῦτον, ἐμὲ δὲ παρέδωκεν ἀπελευθέρῳ τῶν αὑτοῦ τινι νεανίσκῳ καὶ εἶπε κατηχεῖν ὅσα ποιῶν μάλιστα ψυχαγωγεῖν αὐτὸν δυναίμην. τῷ δέ γε ῥᾴδια ἦν πάντα· ὑπήκουον γὰρ εὐθὺ εἰς ἅπαντα διδασκόμενος. καὶ πρῶτον μὲν κατακλίνεσθαί μὲ ἐπὶ κλίνης ὥσπερ ἄνθρωπον ἐπ᾿ ἀγκῶνος ἐποίησεν, εἶτα καὶ προσπαλαίειν αὐτῷ, καὶ μὴν καὶ ὀρχεῖσθαι ἐπὶ τοὺς δύο ἐπανιστάμενον ὀρθὸν καὶ κατανεύειν καὶ ἀνανεύειν πρὸς τὰς φωνάς, καὶ πάνθ’ ὅσα ἐδυνάμην μὲν καὶ δίχα τοῦ μανθάνειν, ποιεῖν· καὶ τὸ πρᾶγμα περιβόητον ἦν, ὄνος ὁ τοῦ δεσπότου, οἰνοπότης, παλαίων, ὄνος ὀρχούμενος. τὸ δὲ μέγιστον, ὅτι πρὸς τὰς φωνὰς ἀνένευον ἐν καιρῷ καὶ κατένευον· καὶ πιεῖν δὲ ὁπότε θελήσαιμι, ᾔτουν τοῖς ὀφθαλμοῖς τὸν οἰνοχόον κινήσας. καὶ οἱ μὲν ἐθαύμαζον τὸ πρᾶγμα ὡς παράδοξον ἀγνοοῦντες ἄνθρωπον ἐν τῷ ὄνῳ κείμενον· ἐγὼ δὲ τρυφὴν ἐποιούμην τὴν ἐκείνων ἄγνοιαν. καὶ μὴν καὶ βαδίζειν ἐμάνθανον καὶ κομίζειν τὸν δεσπότην ἐπὶ νώτου καὶ τρέχειν δρόμον ἀλυπότατον καὶ τῷ ἀναβάτῃ ἀναίσθητον. καὶ σκεύη μοι ἦν πολυτελῆ, καὶ στρώματα πορφυρᾶ ἐπιβάλλομαι, καὶ χαλινοὺς εἰσεδεχόμην ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένους, καὶ κώδωνες ἐξήπτοντό μου μέλος μουσικώτατον ἐκφωνοῦντες.