Ancient Greek · ~3 min
Section 49
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 49
Not analysed yet
ὁ δὲ Μενεκλῆς ὁ δεσπότης ἡμῶν, ὥσπερ ἔφην, ἐκ τῆς Θεσσαλονίκης δεῦρο ἐληλύθει ἐπ’ αἰτίᾳ τοιαύτῃ· ὑπέ σχετο τῇ πατρίδι θέαν παρέξειν ἀνδρῶν ὅπλοις πρὸς ἀλλήλους μονομαχεῖν εἰδότων· καὶ οἱ μὲν ἄνδρες τῆς μάχης ἤδη ἦσαν ἐν παρασκευῇ, καὶ ἀφῖκτο ἡ πορεία. ἐξελαύνομεν ἕωθεν, κἀγὼ τὸν δεσπότην ἔφερον εἴ ποτὲ χωρίον εἴη τῆς ὁδοῦ τραχὺ καὶ τοῖς ὀχήμασιν ἐπιβαίνειν χαλεπόν. ὡς δὲ κατέβημεν ἐπὶ Θεσσαλονίκην, οὐκ ἦν ὅστις ἐπὶ θέαν οὐκ ἠπείγετο καὶ τὴν ὄψιν τὴν ἐμήν· ἡ γὰρ ἐμὴ δόξα προεληλύθει ἐκ μακροῦ καὶ τὸ πολυπρόσωπον καὶ τὸ ἀνθρώπινον τῶν ἐμῶν ὀρχημάτων καὶ παλαισμάτων. ἀλλ’ ὁ μὲν δεσπότης τοῖς ἐνδοξοτάτοις τῶν αὑτοῦ πολιτῶν παρὰ τὸν πότον ἐδείκνυέ με καὶ τὰ παράδοξα ἐκεῖνα τὰ ἐν ἐμοὶ παίγνια ἐν τῷ δείπνῳ παρετίθει.