Ancient Greek
Section 6
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 6
Not analysed yet
κἀγὼ εὐθὺς ἔνθεν ἑλών, Ὡς εὐρύθμως, ἔφην, ὦ καλὴ Παλαίστρα, τὴν πυγὴν τῇ χύτρᾳ ὁμοῦ συμπεριφέρεις καὶ κλίνεις. ἡ δὲ ὀσφὺς ἡμῖν ὑγρῶς ἐπικινεῖται. μακάριος ὅστις ἐνταῦθα ἐνεβάψατο. ἡ δὲ —σφόδρα γὰρ ἦν ἰταμὸν καὶ χαρίτων μεστὸν τὸ κοράσιον —Φεύγοις ἄν, εἶπεν, ὦ νεανίσκε, εἴ γε νοῦν ἔχοις καὶ ζῆν ἐθέλοις, ὡς πολλοῦ πυρὸς καὶ κνίσης μεστά· ἢν γὰρ αὐτοῦ μόνον ἅψῃ, τραῦμα ἔχων πυρίκαυτον αὐτοῦ μοι παρεδρεύσεις, θεραπεύσει δέ σε οὐδεὶς ἀλλ’ οὐδὲ θεὸς ἰατρός, ἀλλ’ ἡ κατακαύσασά σε μόνη ἐγώ, καὶ τὸ παραδοξότατον, ἐγὼ μέν σε ποιήσω πλέον ποθεῖν, καὶ τῆς ἀπὸ τῆς θεραπείας ὀδύνης ἀρδόμενος ἀεὶ ἀνθέξῃ καὶ οὐδὲ λίθοις βαλλόμενος τὴν γλυκεῖαν ὀδύνην φεύξῃ. τί γελᾷς; ἀκριβῆ βλέπεις ἀνθρωπομάγειρον· οὐ γὰρ μόνα ταῦτα φαῦλα ἐδώδιμα σκευάζω, ἀλλ’ ἤδη τὸ μέγα τοῦτο καὶ καλόν, τὸν ἄνθρωπον. οἶδα ἔγωγε καὶ σφάττειν καὶ δέρειν καὶ κατακόπτειν, ἥδιστα δὲ τῶν σπλάγχνων αὐτῶν καὶ τῆς καρδίας ἄπτομαι. Τοῦτο μὲν ὀρθῶς, ἔφην, λέγεις· καὶ γὰρ ἐμὲ πόρρωθεν καὶ μηδὲ ἐγγὺς ὄντα οὐ κατακαύματι μὰ Δί’ ἀλλὰ ὅλῳ ἐμπρησμῷ ἐπέθηκας, καὶ διὰ τῶν ὀμμάτων τῶν ἐμῶν τὸ σὸν μὴ φαινόμενον πῦρ κάτω ἐς τὰ σπλάγχνα τἀμὰ ῥίψασα φρύγεις, καὶ ταῦτα οὐδὲν ἀδικοῦντα· ὥστε πρὸς θεῶν ἴασαί με ταύταις αἷς λέγεις αὐτὴ ταῖς πικραῖς καὶ ἡδείαις θεραπείαις, καί μὲ ἤδη ἀπεσφαγμένον λαβοῦσα δεῖρε, ὅπως αὐτὴ θέλεις. ἡ δὲ μέγα καὶ ἥδιστον ἐκ τούτου ἀνακαγχάσασα ἐμὴ τὸ λοιπὸν ἦν, καὶ συνέκειτο ἡμῖν, ὅπως, ἐπειδὰν κατακοιμίσῃ τοὺς δεσπότας, ἐλθῃ εἴσω παρ’ ἐμὲ καὶ καθευδήσῃ.