Ancient Greek · ~3 min
Section 5
Pseudo-Lucian, Λούκιος ἢ Ὄνος 5
Not analysed yet
ἐγὼ δὲ πυθόμενος ὅτι τὸ πάλαι μοι ζητούμενον οἴκοι παρ’ ἐμοὶ κάθηται, προσεῖχον οὐδὲν αὐτῇ ἔτι. ὡς δέ ποτε ἀφείθην, ἀπῄειν οἴκαδε λαλῶν πρὸς ἐμαυτὸν ἐν τῇ ὁδῷ, ἄγε δὴ σὺ ὁ φάσκων ἐπιθυμεῖν ταύτης τῆς παραδόξου θέας, ἔγειρέ μοι σεαυτὸν καὶ τέχνην εὕρισκε σοφήν, ᾗ τεύξῃ τούτων ὧν ἐρᾷς, καὶ ἐπὶ τὴν θεράπαιναν τὴν Παλαίστραν ἤδη ἀποδύου —τῆς γὰρ γυναικὸς τοῦ ξένου καὶ φίλου πόρρω ἵστασο —κἀπὶ ταύτης κυλιόμενος καὶ γυμναζόμενος καὶ ταύτῃ συμπλεκόμενος εὖ ἴσθι ὡς ῥᾳδίως γνώσῃ· δοῦλοι γὰρ τὰ δεσποτῶν ἐπίστανται καὶ καλὰ καὶ αἰσχρά. καὶ ταῦτα λέγων πρὸς ἐμαυτὸν εἰσῄειν οἴκαδε. τὸν μὲν οὖν Ἵππαρχον οὐ κατέλαβον ἐν τῇ οἰκίᾳ οὐδὲ τὴν ἐκείνου γυναῖκα, ἡ δὲ Παλαίστρα τῇ ἑστίᾳ παρήδρευε δεῖπνον ἡμῖν εὐτρεπίζουσα.