Ancient Greek
Section 1
Pseudo-Lucian, Κυνικός 1
Not analysed yet
Τί ποτε σύ, οὗτος, πώγωνα μὲν ἔχεις καὶ κόμην, χιτῶνα δὲ οὐκ ἔχεις καὶ γυμνοδερκῇ καὶ ἀνυποδητεῖς τὸν ἀλήτην καὶ ἀπάνθρωπον βίον καὶ θηριώδη ἐπιλεξάμενος καὶ ἀεὶ τοῖς ἐναντίοις τὸ ἴδιον δέμας οὐχ ὡς οἱ πολλοὶ διαχρησάμενος περινοστεῖς ἄλλοτε ἀλλαχοῦ εὐναζόμενος ἐπὶ ξηροῦ δαπέδου, ὡς ἄσην πάμπολλον τουτὶ τὸ τριβώνιον φέρειν, οὐ μέντοι καὶ τοῦτο λεπτὸν οὐδὲ μαλακὸν οὐδὲ ἀνθηρόν; Οὐδὲ γὰρ δέομαι· τοιοῦτον δὲ ὁποῖον ἂν πορισθείη ῥᾷστα καὶ τῷ κτησαμένῳ πράγματα ὡς ἐλάχιστα παρέχον· τοιοῦτον γὰρ ἀρκεῖ μοι.